Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.171 Joseph. AJ 7.175 (English) >>Joseph. AJ 7.180

7.173

Γνοὺς δὲ τοῦθʼ πατὴρ Δαυίδης τοῖς μὲν πεπραγμένοις ἤχθετο, φιλῶν δὲ τὸν Ἀμνῶνα σφόδρα, πρεσβύτατος γὰρ ἦν αὐτῷ υἱός, μὴ λυπεῖν αὐτὸν ἠναγκάζετο. δὲ Ἀψάλωμος ἐμίσει χαλεπῶς αὐτὸν καὶ λανθάνων καιρὸν εἰς ἄμυναν αὐτοῦ τῆς ἁμαρτίας ἐπιτήδειον παρεφύλαττεν. 7.174ἔτος δʼ ἤδη τοῖς περὶ τὴν ἀδελφὴν αὐτοῦ πταίσμασιν διεληλύθει δεύτερον, καὶ μέλλων ἐπὶ τὴν τῶν ἰδίων κουρὰν ἐξιέναι θρεμμάτων εἰς Βελσεφών, πόλις δʼ ἐστὶν αὕτη τῆς Ἐφράμου κληρουχίας, παρακαλεῖ τὸν πατέρα σὺν καὶ τοῖς ἀδελφοῖς ἐλθεῖν πρὸς αὐτὸν ἐφʼ ἑστίασιν. 7.175παραιτησαμένου δʼ ὡς μὴ βαρὺς αὐτῷ γένοιτο, τοὺς ἀδελφοὺς ἀποστεῖλαι παρεκάλεσε. πέμψαντος δὲ τοῖς ἰδίοις ἐκέλευσεν ὁπηνίκʼ ἂν ἴδωσι τὸν Ἀμνῶνα μέθῃ παρειμένον καὶ κάρῳ, νεύσαντος αὐτοῦ φονεύσωσι μηδένα φοβηθέντες. 7.176

Ὡς δʼ ἐποίησαν τὸ προσταχθὲν ἔκπληξις καὶ ταραχὴ τοὺς ἀδελφοὺς λαμβάνει, καὶ δείσαντες τοῖς αὑτῶν ἐμπηδήσαντες ἵπποις ἐφέροντο πρὸς τὸν πατέρα. φθάσας δέ τις αὐτοὺς ἅπαντας ὑπὸ Ἀψαλώμου πεφονεῦσθαι τῷ πατρὶ προσήγγειλεν. 7.177 δʼ ὡς ἐπὶ παισὶν ὁμοῦ τοσούτοις ἀπολωλόσι καὶ τοῦθʼ ὑπʼ ἀδελφοῦ τῆς λύπης κἀπὶ τῷ κτεῖναι δυναμένης δοκοῦντι γινομένης πικρότερον, συναρπαγεὶς ὑπὸ τοῦ πάθους οὔτε τὴν αἰτίαν ἀνέκρινεν οὔτʼ ἄλλο τι μαθεῖν οἷον εἰκὸς τηλικούτου προσηγγελμένου κακοῦ καὶ διʼ ὑπερβολὴν ἀπιστίαν ἔχοντος περιέμεινεν, ἀλλὰ καταρρηξάμενος τὴν ἐσθῆτα καὶ ῥίψας ἑαυτὸν ἐπὶ τὴν γῆν ἔκειτο πενθῶν τοὺς υἱοὺς ἅπαντας καὶ τοὺς ἀποθανεῖν δεδηλωμένους καὶ τὸν ἀνῃρηκότα.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.171 Joseph. AJ 7.175 (English) >>Joseph. AJ 7.180

Powered by PhiloLogic